# Deperditorum Librorum Reliquiae 274.1-27

Epicurus, Deperditorum Librorum Reliquiae, 274.1 to 274.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/274.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/274.1

ἐκχεῖται τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀντεισέρχεται. κάποτεὐθεν ἡ πλάνη ἐπεὶ γὰρ σῶμα πᾶν μετὰ διαστήματος, μεταφέρουσι τὸ τῶν σω- μάτων διάστημα ἐπὶ τὸν τόπον, οὐκ ἐννοοῦντες ὅτι διὰ τοῦτο ἀεὶ διάστημά ἐστιν ἐν τόπῳ, ἐπειδή καὶ σῶμα ἀεὶ· δηλοῖ δὲ τὰ χαλκὰ καὶ στεφανὰ πανταχόθεν ἀγγεῖα· οὐ γὰρ ἂν ἐκρεύσειεν τὸ ὕδωρ, εἰ μὴ χώραν (εἰς) εἴσρυσιν ὁ ἀὴρ λάβοι. φενακίζει δὲ αὐτοὺς καὶ τὸ μένειν ἀεὶ ἀσύγχυτον καὶ τὴν κοίλην ἐπιφάνειαν τῶν ἀγγείων, ὡς εἰ γε συνέπιπτεν ἐξαιρουμένου τοῦ ὕδατος ὥσπερ ἐπὶ τῶν ἀσκίων, οὐκ ἂν ὁμοίως ἐξηπατῶντο. 11 p. 284, 2 Speng. δύο γὰρ οὗτοι τῆς θέσεως τοῦ κενοῦ τρόποι, ἢ παρεσπάρθαι τοῖς σώμασιν αὐτό, καθά περ λέγουσι Δημόκριτός τε καὶ Λεύκιππος καὶ ἄλλοι πολλοὶ καὶ Ἐπίκουρος ὕστερον (οὗτοι γὰρ πάντες τὴν τοῦ κενοῦ παρεμπλοκὴν αἰτιῶνται τῆς διαιρέσεως τῶν σωμάτων, ἐπεὶ τὸ γε ἀληθῶς συνεχὲς ἀδιαιρέτον κατ’ αὐτούς)· ἢ κεχωρισμένον καὶ ἀθρόον εἶναι καθ’ αὐτὸ περιέχον τὸν οὐρα- νόν, ὡς πρότερον μὲν ὤντο τῶν ἀρχαίων τινές, μετὰ δὲ ταῦτα οἱ περὶ Ζήνωνα τὸν Κιτιέα. γον ἐνέργειά τι τοιοῦτον εἶναι διάστημα, ὃ μεταξὺ τῶν σωμάτων ὑπάρχον οὐκ ἐξ συνεχῆ εἶναι τὰ σώματα, ὡς οἱ περὶ Δημόκριτον καὶ Λεύκιππον ἔλεγον, οὐ μόνον ἐν τῷ κόσμῳ κενὸν εἶναι τι λέ- γοντες ἀλλὰ καὶ ἔξω τοῦ κόσμου, ὅ περ δηλονότι τόπος μὲν οὐκ ἂν εἴη, αὐτὸ δὲ καθ’ αὐτὸ ὑφέστηκε· ταύτης δὲ τῆς δόξης γέγονε καὶ Μητρόδωρος ὁ Χῖος καὶ τῶν Πυθαγορείων τινές, ὡς μετ’ ὀλί- γον αὐτὸς ἔρει, ὕστερον δὲ καὶ Ἐπίκουρος. Ἐπίκουρος ἀπερίληπτα εἶναι τὰ σώματα. καὶ τὰ πρῶτα δὲ ἀπλὰ τὰ τε ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν. τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγεθος βάρος. Δημόκριτος μὲν γὰρ ἐλεγε δύο, μέγεθός τε καὶ σχῆμα· ὁ δὲ Ἐπίκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν· ἀνάγκη γάρ, φησί, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους ὀλκῇ· ἐπεὶ οὐ κινηθήσεται.

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
