# Deperditorum Librorum Reliquiae 31.2

Epicurus, Deperditorum Librorum Reliquiae, 31.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/31.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/31.2

Διαφέρεται δὲ πρὸς τοὺς Κυρηναίους περὶ τῆς ἡδονῆς. οἱ 136 μὲν γὰρ τὴν καταστηματικὴν οὐκ ἐγκρίνουσι, μόνην δὲ τὴν ἐν κίνήσει. ὁ δὲ ἀμφότερα· ψυχῆς καὶ σώματος, ὡς φησιν ἐν τῷ Περὶ αἱρέσεων καὶ φυγῆς καὶ ἐν τῷ Περὶ τέλους καὶ ἐν τῷ Περὶ βίων καὶ ἐν τῇ πρὸς τοὺς ἐν Μυτιλήνῃ φίλους ἐπιστολῇ. ὁμοίως δὲ καὶ Διογένης ἐν τῇ ἰζ τῶν ἐπιλέκτων καὶ Μητρόδωρος ἐν τῷ Τιμοκράτει λέγουσιν οὕτω· Νοουμένης δὲ ἡδονῆς τῆς τε κατὰ κίνησιν καὶ τῆς καταστηματικῆς. ὁ δ’ Ἐπίκουρος ἐν τῷ Περὶ αἱρέσεων οὕτω λέγει· Ἡ μὲν γὰρ ἀταραξία καὶ ἀπονία καταστηματικαὶ εἰσιν ἡδοναί· ἡ δὲ χαρὰ καὶ ἡ εὐφροσύνη κατὰ κίνησιν ἐνέργειά βλέπονται. Ἔτι πρὸς τοὺς Κυρηναίους· οἱ μὲν γὰρ χειροὺς τὰς σωμα- 137 τικὰς ἀλγηδόνας τῶν ψυχικῶν, κολάζεσθαι γοῦν τοὺς ἀμαρτάνοντας σώματι· ὁ δὲ τὰς ψυχικάς· τὴν γοῦν σάρκα τὸ παρὸν μόνον χειμάζειν, τὴν δὲ ψυχὴν καὶ τὸ παρελθὸν καὶ τὸ παρὸν καὶ τὸ μέλ-

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
