# Deperditorum Librorum Reliquiae 338.3-339.1

Epicurus, Deperditorum Librorum Reliquiae, 338.3 to 339.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/338.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/338.3

391 ORIGENES contra Celsum VII 66 p. 386 Hoesch. καὶ οὐ μόνον τὸ εὐχεσθαι τοῖς ἀγάλμασιν ἠλιθιόν ἐστιν, ἀλλὰ γὰρ καὶ τὸ συμπεριφερόμενον τοῖς πολλοῖς προσποιεῖσθαι τοῖς ἀγάλμασιν εὐχεσθαι, ὁποῖον ποιοῦσιν οἱ τὰ ἀπὸ τοῦ περιπάτου φιλοσοφοῦντες καὶ οἱ τὰ Ἐπικούρου ἢ Δημοκρίτου ἀσπαζόμενοι. οὐδὲν γὰρ νόθον χρῆ ἐνυπάρχειν τῇ ψυχῇ τοῦ ἀληθῶς εἰς τὸ θεῖον εὐσεβοῦς. 392 LAERTIVS Diog. II 97 ἦν δὲ ὁ Θεόδωρος παντάπασιν ἀναιρῶν τὰς περὶ θεῶν δόξας· καὶ αὐτοῦ περιετύχομεν βιβλίῳ ἐπιγραφομένῳ Περὶ θεῶν οὐκ εὐκαταφρόνητῳ, ἐξ οὗ φασιν Ἐπικούρον τὰ πλεῖστα λαβόντα εἰπεῖν. ORIGENES contra Celsum VIII 45 p. 419 Hoesch. ἀναπλάσματα μυθικά, οἷς οὐδ’ Ἕλληνων φιλόσοφοι αἱρέσεις πεπιστεύκασιν, ὥσπερ ἡ Δημοκρίτου καὶ ἡ Ἐπικούρου καὶ ἡ Ἀριστοτέλους. cf. ibid. I 48 p. 38 εἰ μὲν ὁ ἀπιστῶν τῷ περὶ τοῦ εἴδους τῆς περιστερᾶς φάσματι τοῦ ἀγίου πνεύματος ἀνεγέγραπτο Ἐπικούρειος εἶναι ἢ Δημοκρίτειος ἢ Περιπατητικός, χῶραν ἂν εἶχεν ἀκόλουθον τῷ προσωποποιουμένῳ τὸ λεγόμενον. 393 PLVTARCHVS adu. Coloten 22 p. 1119d οὐκ ἀνθρώπων, ὦ Κωλώτα, μὴ λέγειν ‘ἀγαθὸν’ οὐδὲ ἱππεῖς ‘μυρίους’ δεινὸν ἐστιν, ἀλλὰ τὸν θεὸν μὴ λέγειν θεὸν μηδὲ νομίζειν· ὁ πράττετε ὑμεῖς μήτε Δία γενέθλιον μήτε Δήμητρα θεσμοφόρον εἶναι μήτε Ποσειδῶνα φυτάλμιον ὁμολογεῖν ἐθέλοντες· οὕτως ὁ χωρισμὸς τῶν ὀνομάτων πονηρὸς ἐστι καὶ τὸν βίον ἐμπίπλησιν ὀλιγωρίας ἀθέου καὶ θρασύτητος, ὅταν τὰς συνεξευμένας τοῖς θεοῖς προσηγορίας ἀποσπῶντες ἑ συναναίρητε θυσίας μυστήρια πομπὰς ἑορτάς.

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
