# Deperditorum Librorum Reliquiae 368.4-371.9

Epicurus, Deperditorum Librorum Reliquiae, 368.4 to 371.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/368.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/368.4

443* MAXIMVS TYRIVS diss. III 3 p. 32 Reisk. φαῦλόν τι χρήμα ἡδονή; οὐκ ἂν ἦν ξύμφυτον οὐδὲ τῶν σωζόντων ἡμᾶς τὸ πρεσβύ- τατον. τὰ δὲ ὑπὸ τῶν σοφιστῶν θρυλούμενα ἐς αὐτήν, ἡ Σαρδα- ναπάλου τρυφὴ καὶ ἡ Μηδικὴ χλιδὴ καὶ ἡ Ἰωνικὴ ἀβρότης καὶ τράπεζαι Σικελικαὶ καὶ ὀρχήσεις Συβαριτικαὶ καὶ ἑταῖραι Κοριν- θiai, ταῦτα ἀθρόα καὶ ὅσα τούτων ποικιλώτερα οὐχ ἡδονῆς ἔργα ἀλλὰ τέχνης καὶ λόγου, παρανομησάντων τῶν ἀνθρώπων εἰς ἡδο- νὰς δι’ εὐπορίαν τῶν τεχνῶν ὧνὲ τοῦ χρόνου. ὥσπερ δὲ οὐδεὶς λοιδορεῖται τῷ λόγῳ, ὡς οὐκ ἔστι καλὸν τῇ φύσει, κἂν ἀπάγῃ τις αὐτοῦ τὴν χρείαν ἐπὶ τὸ μὴ φύσει καλόν, οὕτως οὐδὲ τῇ ἡδονῇ λοιδορητέον ἀλλὰ τοῖς χρυμένοις ἡδονῇ κακῶς. δύο δὲ όντων τούτων ἐν ἀνθρώπου ψυχῇ, ἡδονῆς καὶ λόγου, λόγῳ μὲν ἡδονὴ κραθεῖσα μηδὲν ἀφελούσα τοῦ ἀναγκαίου προσέθηκεν αὐτῷ τὸ ἀγνώτερον, λόγος δὲ ἡδοναῖς προσγενόμενος αὐξήσας αὐτῶν δι’ εὐπορίας τὸ μέτριον ἀφείλε τοῦ φύσει τερπνοῦ τὸ ἀναγκαῖον. 445 μηδὲ αἰτιώμεθα τὴν σάρκα ὡς τῶν μεγάλων κακῶν αἰτίαν μηδ' εἰς τὰ πράγματα τρέψωμεν τὰς δυσφορίας, ἐν δὲ τῇ ψυχῇ τὰς τούτων αἰτίας μᾶλλον ζητῶμεν καὶ ἀπορρή- ξαντες πᾶσαν ματαίαν τῶν ἐφημέρων ὀρεξιν καὶ ἐλπίδα ὅλοι γε- νόμεθα ἑαυτῶν. 447 οἱ μεγάλοι πόνοι συντόμως ἐξάφουσιν, οἱ δὲ χρόνιοι μέγεθος οὐκ ἔχουσιν. τοῦ Αἰσχύλου 'θάρσει· πόνου γὰρ ἄκρον οὐκ ἔχει χρόνον', ὅτι τοῦτό ἐστι τὸ παρ' Ἐπικούρου θρυλούμενον, ὡς οἱ . . . . ἔχουσιν. ὧν τὸ μὲν εἴρηκεν ὁ Αἰσχύλος ἐναργῶς, τὸ δὲ τῷ εἰρημένῳ παρα- κειμένον ἐστιν. εἰ γὰρ ὁ μέγας καὶ σύντονος οὐ παραμένει πόνος, 10 οὐκ ἔστι μέγας ὁ παραμένων οὐδὲ δυσκαρτέρητος. M. AVRELIVS VII 33 περὶ πόνου· τὸ μὲν ἀφόρητον ἐξάφει, τὸ δὲ χρονίζον φορητόν. ibidem 64 ἐπὶ μέντοι τῶν πλειόνων πόνων καὶ τὸ τοῦ Ἐπικούρου σοὶ βοηθεῖτω, ὅτι οὔτε ἀφόρητον οὔτε αἰ-

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
