# Deperditorum Librorum Reliquiae 436.5-438.25

Epicurus, Deperditorum Librorum Reliquiae, 436.5 to 438.25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/436.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/436.5

cf. Plutarchus consol. ad uxorem 10 p. 611ᵈ καὶ μὴν ἂ τῶν ἄλλων ἀκούεις, οἱ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ δια-30 λυθέντι κακὸν οὐδὲ λυπηρὸν ἐστιν, οἶδα ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνησμεν ἀλλήλοις οἱ κοινωνοῦντες. 505 cf. Plutarchus contra Epicuri beatit. 12 p. 1095ᵃ τῆς δ᾽ ἄλλης αὐτῶν πραγματείας ἄτε ρποὺς καὶ ξηράς, ὡςπερ αὐτοὶ τὴν ἀρετὴν λέγουσιν, οὐσης —. 510 cf. Voll. Herc. coll. alt. VII f. 26 c. 37, 4 φύσει δὲ τὴν ἀρετὴν διώκειν (δοκεῖ ὁ ἄνθρωπος), ἐπεὶ συμφέρον. ΕΠΙΚΟΥΡΟΣ 1 Ἐπίκουρος Νεοκλέους καὶ Χαῖρεστράτης, Ἀθηναῖος, τῶν δή- μων Γαρρήτιος, γένους τοῦ τῶν Φιλαίδων, ὡς φησι Μητρόδωρος ἐν τῷ Περί εὐγενείας. τοῦτον φασὶν ἄλλοι τε καὶ Ἡρακλείδης ἐν τῇ Σωτίωνος ἐπιτομῇ κληρουχησάντων Ἀθηναίων τὴν Σάμον ἐκεῖθι τραφῆναι· ὀκτωκαιδέκατ᾽ ἤλθεν εἰς Ἀθήνας, Ξενοκράτους μὲν ἐν Ἀκαδημίᾳ, Ἀριστοτέλους δ᾽ ἐν Χαλκίδι διατρίβοντος. τελευτή- σαντος δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ τῶν Ἀθηναίων ἐκπε- σόντων ὑπὸ Περδίκκου μετελθεῖν εἰς Κολοφῶνα πρὸς τὸν πατέρα. 2 χρόνον δέ τινα διατρίψαντα αὐτόθι καὶ μαθητὰς ἀθροίσαντα πάλιν ἐπανελθεῖν εἰς Ἀθήνας ἐπὶ Ἀναξικράτους· καὶ μέχρι μὲν τινὸς κατ᾽ ἐπιμιξίαν τοῖς ἄλλοις φιλοσοφεῖν, ἔπειτα ἰδίᾳ ἀπο(φαίνεσθαι) τὴν ἀπ᾽ αὐτοῦ κληθεῖσαν αἵρεσιν συστήσαντα. ἐφάσασθαι δὲ φιλοσο- φίας αὐτὸς φησὶν ἔτη γεγονὼς τετταρεσκαίδεκα. Ἀπολλόδωρος δ᾽ ὁ Ἐπικούρειος ἐν τῷ πρώτῳ περὶ τοῦ Ἐπικούρου βίου φησὶν ἐλ- Ἀθηναῖος H || 2 Ἐπίκουρος νεοκλέους in rasura B Νεοκλέους (sed τ δήμων B1FPQH: τὸν δήμον B2f || 3 γαρήτιος F χαργήτιος H | φιλαίδων B2FP2f φιλεδῶν B1: φιλλίδων PQ φιλίδων H || 5 ἐκεῖθι FPQH ἐκεῖθε B: ἐκεῖ f || 6 ὀκτωκαιδέκατ(η) P ὀκτωκαιδέκατ(η) Q ὀκτωκαιδεκάτη Hf ὀκτωκαιδεκατή B2 ὀκτὼ καὶ δέκα ἔτη B1 ὀκ- τωκαιδέκα ἔτη F | δ᾽ ἤλθειν PQ δελθεῖν B: διελθεῖν B2 δ[ι᾽] ἤλθειν cum ras H ἤλθειν F δὲ ἤλθειν f || 7 ἀκαδημία libri || 9 περδίκου f ||

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
