# Deperditorum Librorum Reliquiae 442.1

Epicurus, Deperditorum Librorum Reliquiae, 442.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/442.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/442.1

σιφάνει [τὰ πλεῖστα], καὶ αὐτὴ λέξει φάσκειν οὕτως Ἄλλ᾽ ἴτωσαν· εἶχε γὰρ ἔκεινος ὠδίνων τὴν ἀπὸ τοῦ στόματος καύχησιν τὴν σοφιστικήν, καθά περ καὶ ἄλλοι πολλοὶ τῶν ἀν- 8 δραπόδων. καὶ αὐτὸν Ἐπίκουρον ἐν ταῖς ἐπιστολαῖς περὶ Ναυσιφάνους λέγειν Ταῦτα ἤγαγεν αὐτὸν εἰς ἔκστασιν τοιαύτην, ὥστε μοι λοιδορεῖσθαι καὶ ἀποκαλεῖν διδάσκαλον. πλεῦμονά τε αὐτὸν ἔκαλει καὶ ἄγραμματον καὶ ἀπατεῶνα καὶ πόρνην· τοὺς τε περὶ Πλάτωνα Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν, καὶ Ἀριστοτέλη ἀσωτον, καταφαγόντα τὴν πατρῴαν οὐσίαν στρατεύεσθαι καὶ φαρμακοπωλεῖν 10 φορμοφόρον τε Πρωταγόραν καὶ γραφέα Δημοκρίτου καὶ ἐν κώμαις γράμματα διδάσκειν· Ἡράκλειτόν τε κυνητήν· καὶ Δημόκριτον Ἀηρόκριτον· καὶ Ἀντίδωρον Σαννίδωρον· τοὺς τε Κυνικοὺς ἐχθροὺς τῆς Ἑλλάδος· καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους· Πύρρωνα δὲ ἄμαθὴ καὶ ἀπαίδευτον.

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
