# Deperditorum Librorum Reliquiae 443.1

Epicurus, Deperditorum Librorum Reliquiae, 443.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/443.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/443.1

Μεμῆνασι δ’ οὗτοι. τῷ γὰρ ἀνδρὶ μάρτυρες ἱκανοὶ τῆς ἀνυ- 9 περβλήτου πρὸς πάντας εὐγνωμοσύνης ἢ τε πατρὶς χαλκαῖς εἴκοσι τιμήσασα, οἵ τε φίλοι τοσοῦτοι τὸ πλῆθος ὡς μὴδ’ ἂν πόλεσιν ὅλαις μετρεῖσθαι δύνασθαι, οἵ τε γνώριμοι πάντες ταῖς δογματικαῖς 5 αὐτοῦ σειρῖσι προσκατασχεθέντες, πλὴν Μητροδώρου τοῦ Στρατονικέως πρὸς Καρνεάδην ἀποχωρήσαντος, τάχα βαρυνθέντος ταῖς ἀνυπερβλήτοις αὐτοῦ χρηστότησιν· ἢ τε διαδοχή, πασῶν σχεδὸν ἐκλιπουσῶν τῶν ἄλλων, ἕς ἀεὶ διαμένουσα καὶ νηπίμους ἀρχὰς ἀπολύουσα ἄλλην ἐξ ἄλλης τῶν γνωρίμων· ἢ τε πρὸς τοὺς γονέας 10 10 εὐχαριστία, καὶ ἢ πρὸς τοὺς ἀδελφοὺς εὐποιΐα, πρὸς τε τοὺς οἰκέτας ἡμερότης, ὡς δῆλον κἀκ τῶν διαθηκῶν αὐτοῦ καὶ ὅτι αὐτοὶ συνεφιλοσόφουν αὐτῷ, ὧν ἦν ἐνδοξότατος ὁ προειρημένος Μῦς· καθόλου τε ἢ πρὸς πάντας αὐτοῦ φιλανθρωπία. τῆς μὲν γὰρ πρὸς θεοὺς ὁσιότητος καὶ πρὸς πατρίδα φιλίας ἀλεκτος ἢ διάθεσις· 15 ὑπερβολὴ γὰρ ἐπιεικείας οὐδὲ πολιτείας ἤματο. καὶ χαλεπωτάτων δὲ καιρῶν κατασχόντων τῇνικαδε τὴν Ἑλλάδα αὐτόθι καταβιῶναι, δις ἢ τρίς τοὺς περὶ τὴν Ἰωνίαν τόπους πρὸς τοὺς φίλους διαδραμόντα· οἱ καὶ πανταχόθεν πρὸς αὐτὸν ἀφικνούντο, καὶ συνεβίουν αὐτῷ ἐν τῷ κήπῳ — καθά φησι καὶ Ἀπολλόδωρος· ὃν καὶ 20 ὀγδοήκοντα μνῶν πριάσθαι· Διοκλῆς δὲ ἐν τῇ τρίτῃ τῆς ἐπιδρο- 11 μῆς φησιν — εὐτελέστατα καὶ λιτότατα διατιώμενοι· κοτύλη γοῦν, φησίν, οἰνιδίου ἠρκοῦντο· τὸ δὲ πᾶν ὕδωρ ἦν αὐτοῖς ποτόν. τόν

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
