# Deperditorum Librorum Reliquiae 445.1-446.13

Epicurus, Deperditorum Librorum Reliquiae, 445.1 to 446.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/445.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/445.1

Λεύκιππὸν τινὰ γεγενῆσθαι φησὶ φιλόσοφον, οὔτε αὐτὸς οὔτε Ἑρμαρχος, ὃν ἐνιοὶ φασὶ καὶ Ἀπολλόδωρος ὁ Ἐπικούρειος διδάσκαλον Δημοκρίτου γεγενῆσθαι. Δημήτριος δὲ φησὶν ὁ Μάγνης καὶ Ξενοκράτους αὐτὸν ἀκούσαι. Κέχρηται δὲ λέξει κυρίᾳ κατὰ τῶν πραγμάτων, ἣν ὅτι ἰδιωτάτη ἐστίν, Ἀριστοφάνης ὁ γραμματικὸς αἰτιᾶται. σαφὴς δ’ ἦν οὕτως, ὡς καὶ ἐν τῷ Περὶ ῥητορικῆς ἀξιοῦ μηδὲν ἄλλο ἢ σαφήνειαν ἀπαιτεῖν. καὶ ἐν ταῖς ἐπιστολαῖς ἀντὶ τοῦ Χαίρειν Εὖ πράττεῖν καὶ Σπουδαίως ζῆν. Ἀντίγονος δὲ φησὶν ἐν τῷ Ἐπικούρου βίῳ τὸν Κανόνα γράφαι αὐτὸν ἐκ τοῦ Ναυσιφάνους Τρίποδος, οὗ καὶ ἀκούσαι φησὶν αὐτόν, ἀλλὰ καὶ Πамφίλου τοῦ Πλατωνικοῦ ἐν Σάμῳ. ἀρξάσθαι τε φιλοσοφεῖν ἔτῶν ὑπάρχοντα δυοκαίδεκα, ἀφηγήσασθαι δὲ τῆς σχολῆς ἔτῶν ὄντα δύο πρὸς τοῖς τριάκοντα. Ἐγεννήθη δέ, φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς, κατὰ τὸ τρίτον ἔτος τῆς ἐνάτης καὶ ἑκατοστῆς ὀλυμπιάδος ἐπὶ Σωσιγένοῦς ἄρχοντος μηνὸς γαμηλιῶνος ἐβδόμῃ, ἑτεσίων ὑστερον τῆς Πλάτωνος τελευτῆς ἑπτά. ὑπάρχοντα δ’ αὐτὸν ἔτῶν δύο καὶ τριάκοντα πρώτον ἐν Μυτιλήνῃ καὶ Λαμψάκῳ συστήσασθαι σχολὴν ἐπὶ ἔτη πέντε· ἐπεὶθ’ οὕτως εἰς Ἀθῆνας μετελθεῖν, καὶ τελευτῆσαι κατὰ τὸ δεύτερον ἔτος τῆς ἑβδόμης καὶ εἰκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος ἐπὶ Πυθαράτου ἔτη βιώσαντα δύο πρὸς τοῖς ἑβδομήκοντα· τὴν τε σχολὴν διαδέξασθαι Ἐρμαρχον Ἀγεμόρτου Μυτιληναίων. τελευτή- σαι δ’ αὐτὸν λῶν τῶν οὐρῶν ἐπισχεθέντων, ὡς φησι καὶ Ἐρμαρ- χος ἐν ἐπιστολαῖς, ἡμέρας νοσήσαντα τετταρεσκαίδεκα. ὅτε καὶ ὁ φησιν Ἐρμιππος ἐμβάντα αὐτὸν εἰς πύελον χαλκὴν κεκραμένην 16 ὕδατι θερμῷ καὶ αἰτήσαντα ἄκρατον ροφήσαι· τοῖς τε φίλοις παρ- αγγείλαντα τῶν δογμάτων μεμνῆσθαι, οὕτω τελευτῆσαι. καὶ ἐστιν ἡμῶν εἰς αὐτὸν οὕτω Χαίρετε, καὶ μέμνησθε τὰ δόγματα. τοῦτ’ Ἐπίκουρος ὑστατον εἶπε φίλοις τοῦπος ἀποφθίμενος. θερμὴν ἐς πύελον γὰρ ἐληλύθεις καὶ ἄκρατον ἔσπασεν, εἴτ’ Ἀΐδην ψυχρόν ἐπεσπάσατο. Οὕτος μὲν ὁ βίος τάνδρός, ἥδε ἡ τελευτή. Καὶ διέθετο οὕδε· Κατὰ τάδε.... ἐλευθερία. 22 Ἦδη δὲ τελευτῶν γράφει πρὸς Ἰδομενέα τήνδε ἐπιστολήν·

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
