# Deperditorum Librorum Reliquiae 95.1

Epicurus, Deperditorum Librorum Reliquiae, 95.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/95.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/95.1

σαι. πρὸς δὲ τούτοις οὐ δεῖ νομίζειν ἐν τῷ ὡρισμένῳ σώματι ἀπείρους ὄγκους εἶναι οὐδ’ ὀπηλικοὺς οὖν. ὥστε οὐ μόνον τὴν εἰς ἄπειρον τομὴν ἐπὶ τοῦλαττον ἀναίρετέον, ἵνα μὴ πάντα ἀσθενῆ ποιῶμεν κἂν ταῖς περιλήψεσι τῶν ἀθρόων εἰς τὸ μὴ ὅν ἀναγκαζώμεθα τὰ ὄντα θλίβοντες καταναλίσκειν, ἀλλὰ καὶ τὴν μετάβασιν μὴ νομιστέον γενέσθαι ἐν τοῖς ὡρισμένοις εἰς ἄπειρον μηδ’ ἐπὶ τοῦλαττον. οὔτε γὰρ ὅπως, ἐπειδὰν ἅπαξ τις εἴπῃ ὅτι ἀπείροι ὄγκοι ἐν τινὶ ὑπάρχουσιν, οἱ ὀπηλικοὶ οὖν, ἔστι νοῆσαι· πῶς τ’ ἂν ἔτι τοῦτο πεπερασμένον εἴη τὸ μέγεθος; πηλικοὶ γὰρ τινὲς δῆλον ὡς οἱ ἀπείροί εἰσιν ὄγκοι· καὶ οὕτοι ὀπηλικοὶ ἂν ποτε·ῶσιν, ἄπειρον ἂν ἦν καὶ τὸ μέγεθος. ἄκρον τε ἔχοντος τοῦ πεπερασμένου διαληπτόν, εἰ μὴ καὶ καθ’ ἑαυτὸ θεωρητόν, οὐκ ἔστι μὴ οὐ καὶ τὸ ἕξης τούτου τοιούτον νοεῖν καὶ τοῦτο κατὰ τὸ ἕξης εἰς τοῦμπροσθεν βαδίζοντι εἰς τὸ ἄπειρον ὑπάρχειν κατὰ τοιούτον

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
