# Deperditorum Librorum Reliquiae 98.8-99.12

Epicurus, Deperditorum Librorum Reliquiae, 98.8 to 99.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epicurus/deperditorum-librorum-reliquiae/98.8
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epicurus/deperditorum-librorum-reliquiae/98.8

ἐλάχιστον συνεχῆ χρόνον ἢ μὴ ἐφ’ ἕνα· ἀλλὰ πυκνὸν ἀν- τικόπτουσιν, ἕως ἂν ὑπὸ τὴν αἴσθησιν τὸ συνεχὲς τῆς φορᾶς γίνηται. τὸ γὰρ προσδοξαζόμενον περὶ τοῦ ἀορά- του, ὡς ἄρα καὶ οἱ διὰ λόγου θεωρητοὶ χρόνοι τὸ συνεχὲς τῆς φορᾶς ἔξουσιν, οὐκ ἀληθὲς ἐστὶν ἐπὶ τῶν τοιούτων· ἐπεὶ τὸ γε θεωρούμενον πᾶν ἢ κατ’ ἐπιβολὴν λαμβανό- μενον τῇ διανοίᾳ ἀληθὲς ἐστιν. 63 Μετὰ δὲ ταῦτα δεῖ συνορᾶν ἀναφέροντα ἐπὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη (οὕτω γὰρ ἡ βεβαιότατη πίστις ἔσται), ὅτι ἡ ψυχὴ σῶμά ἐστι λεπτομερὲς παρ’ ὅλον τὸ ἀθροίσμα παρεσπαρμένον, προσεμφερέστατον δὲ πνεύματι 4 βάρους πρὸς τὴν τοῦ πλήξαντος δύναμιν GLOSSEMA ad u. ἐξωθεν 8 ἐφ’ ἕνα κατὰ τοὺς λόγῳ θεωρητοὺς χρόνους GLOSSEMA ad u. πυκνὸν ἀντικόπτουσιν τῷ] καὶ τὸ F | ἐφ’ om Q | τόπων G || 7 ἀθρο[ίσμασιν] B ἀθροίσμα F | γένηται Gf || 11 διαλόγου BFG || 14 ἐστι· F || 15 ἐπὶ om F || 16 βεβαία F || 17 ἔσται] ἄγεται F || 18 κατεσπαρμέ- νον F | πρὸς ἐμφερέστατον BFHPQ | πνεύματι] σπέρματι Ff, γρ mg P² σπέρμα τι G θερμοῦ τινὰ κράσιν ἔχοντι καὶ πῇ μὲν τούτῳ προσεμφε- ρές, πῇ δὲ τούτῳ, ἐπὶ δὲ τοῦ μέρους· πολλὴν παραλλαγὴν εἰληφὸς τῇ λεπτομερείᾳ καὶ αὐτῶν τούτων, συμπαθὲς δὲ τούτῳ μᾶλλον καὶ τῷ λοιπῷ ἀθροίσματι· τοῦτο δὲ πᾶν αἱ δυνάμεις τῆς ψυχῆς διήγον καὶ τὰ πάθη καὶ αἱ εὐκι- νησίαι καὶ αἱ διανοήσεις καὶ ὧν στερόμενοι θνήσκομεν. Καὶ μὴν καὶ ὅτι ἔχει ἡ ψυχὴ τῆς αἰσθήσεως τὴν πλείστην αἰτίαν, δεῖ κατέχειν· οὐ μὴν εἰλήφει ἂν ταύτην, εἰ μὴ ὑπὸ τοῦ λοιποῦ ἀθροίσματος ἐστεγάζετό πως. τὸ δὲ λοι- πὸν ἀθροίσμα παρασκευάσαν ἐκείνη τὴν αἰτίαν ταύτην μετείληφε καὶ αὐτὸ τοιούτου συμπτώματος παρ’ ἐκείνης, οὐ μέντοι πάντων ὧν ἐκείνη κέκτηται· διὸ ἀπαλλαγείσης τῆς ψυχῆς οὐκ ἔχει τὴν αἴσθησιν. οὐ γὰρ αὐτὸ ἐν ἑαυτῷ ταύτην ἐκέκτητο τὴν δύναμιν, ἀλλ’ ἕτερον ἄμα συγγεγε-

---

Epicurus, Deperditorum Librorum Reliquiae. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003631.
