# Testimonia 518.1-29

Epimenides, Testimonia, 518.1 to 518.29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epimenides/testimonia/518.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/epimenides/testimonia/518.1

γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο ὁ τε γενεαλόγος καὶ τρίτος ὁ Ἀωρίδι γεγραφὼς περὶ Ῥόδου. 2. ΣΥΝ. Ἐπιμενίδης Φαίστου ἢ Ἀωσιάδου ἢ Ἀγησάρχου υἱὸς καὶ μητρὸς Βλάστας, Κρῆς ἀπὸ Κνωσσοῦ ἐποποιός. οὐ λόγος ὡς ἐξίου ἡ ψυχὴ ὁπόσον ἤδελε καιρὸν καὶ πάλιν εἰσίηει ἐν τῷ σώματι· τελευτήσαντος δὲ αὐτοῦ πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι καταστίκτον· γέγονε δὲ ἐπὶ τῆς λ ὀλυμπιάδος [660—657], ὡς προτερεῦειν καὶ τῶν ζ κληθέντων σοφῶν, ἢ καὶ ἐπ’ αὐτῶν γενέσθαι. οὗτος ἔζησεν ῥν ἔτη, τὰ δὲ ξ̄ ἐκαθεύδῃσεν. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδ ὀλυμπιάδα [604—601] γηραὶς ὢν. ἔγραφε δὲ πολλὰ ἐπικῶς καὶ καταλογάδην μυστηρίᾳ τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. S. S. 503, 9. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος (τὴν) τῆς πόλεως κάθαρσιν· καὶ παροιμία ‘τὸ Ἐπιμενίδειον δέρμα’ ἐπὶ τῶν ἀποθέτων. 3. STRAB. X 479 ἐκ δὲ τῆς Φαίστου τὸν τοὺς καθαρμοὺς ποιήσαντα διὰ τῶν ἐπῶν Ἐπιμενίδην φασιν εἶναι. S. S. 503, 33. 4. ARIST. ἈΘ. πολ. 1 . . . Μύρωνος καθ’ ἱερῶν ὁμόσαντες ἀριστίνδην. καταγνωσθέντος δὲ τοῦ ἄγους αὐτοὶ [Alkmaeoniden] μὲν ἐκ τῶν τάφων ἐξεβλήθησαν, τὸ δὲ γένος αὐτῶν ἔφυγεν ἀεφυγίαν. Ἔ. δ’ ὁ Κρὴς ἐπὶ τούτοις ἐκάθηρε τὴν πόλιν. PLUT. SOL. 12 ἐν δὲ τῷ τότε χρόνῳ τῆς στάσεως ἄκμὴν λαβοῦσης μάλιστα καὶ τοῦ δήμου διαστάντος ἤδη δόξαν ἔχων ὁ Σόλων παρήλθεν εἰς μέσον ἅμα τοῖς ἀρίστοις τῶν Ἀθηναίων καὶ δεόμενος καὶ διδάσκων ἔπεισε τοὺς ἐναγεῖς λεγομένους δίκην ὑποσχεῖν καὶ κριθῆναι τριακοσίων ἀριστινδην δικαζόντων. Μύρωνος δὲ τοῦ Φλυέως κατηγοροῦντος ἔλλωσαν οἱ ἄνδρες καὶ μετέστησαν οἱ ζῶντες· τῶν δ’ ἀποθανόντων τοὺς νεκροὺς ἀνορύξαντες ἐξέρριψαν ὑπὲρ τοὺς ὄρους. ταύταις δὲ ταῖς ταραχαῖς καὶ Μεγαρέων συνεπιθεμένων ἀπέβαλόν τε Νίσαιαν οἱ Ἀθηναῖοι καὶ Σαλαμῖνος ἐξέπεσον αὖθις. καὶ φόβοι τινὲς ἐκ δεισιδαιμονίας ἅμα καὶ φάσματα κατεῖχε τὴν πόλιν, οἱ τε μάντεις ἄγῃ καὶ μασμοὺς δεομένους καθασμῶν προοφαίνεσθαι διὰ τῶν ἱερῶν ἠγόρευον. οὕτω δὴ μετάπεμπος αὐτοῖς ἦκεν ἐκ Κρήτης Ἔ. ὁ

---

Epimenides, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc001225.
