Ancient Greek · ~7 min
3.1 to 3.8
Epiphanius, Anacephalaeosis [Sp.] 3.1-8
Not analysed yet
<γݲ. >Τρίτη Ἑλληνισμός, ἀπὸ τῶν χρόνων τοῦ Σεροὺχ ἐναρξάμενος διά τοι τῆς εἰδωλολατρείας καὶ ὡς ἐστοίχουν τὸ τηνικαῦτα ἕκαστος κατὰ τινα δεισιδαιμονίαν ἐπὶ τὸ μᾶλλον πολιτικώτερον καὶ ἐπὶ ἔθη καὶ θεσμούς. εἰδώλων μέντοι γε ἐναρξαμένων τάττεσθαι, τὰ τῶν ἀνθρώπων γένη οἷς τότε στοιχήσαντες *ἐθεοποίουν, διὲ μὲν χρωμάτων διαγράφοντες τὴν ἀρχὴν καὶ ἀπεικονίαζοντες τοὺς πάλαι παρ’ αὐτοῖς τετιμημένους ἢ τυράννους ἢ γόητας ἤ τινάς τι δράσαντας ἐν βίῳ μνήμης δοκοῦν ἄξιον ,δι᾿ ἀλκῆς τε ἢ σωμάτων εὐρωστίας · ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῦ Θάρρα πατρὸς Ἀβραὰμ καὶ δι᾿ ἀγαλμάτων τὴν πλάνην τῆς εἰδωλολατρείας εἰσηγησάμενοι, τοὺς ἑαυτῶν προπάτορας δι᾿ ἀπεικονισμῶν τετιμηκότες καὶ τοὺς πρὸ αὐτῶν τετελευτηκότας τεχνησάμενοι ἐκ κεραμικῆς ἐπιστήμης τὸ πρῶτον, ἔπειτα δι’ ἑκάστης τέχνης μιμησάμενοι, οἰκοδόμοι μὲν λίθον ξέσαντες, ἀργυροκόποι δὲ καὶ χρυσοχόοι διὰ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτω καὶ τέκτονες καὶ οἱ καθεξῆς· Αἰγύπτιοι δὲ ὁμοῦ καὶ Βαβυλώνιοι καὶ Φρύγες καὶ Φοίνικες ταύτης τῆς θρῃσκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν, ἀγαλματοποιίας τε καὶ μυστηρίων, ἀφ᾿ ὡν τὰ πλεῖστα εἰς Ἕλληνας μετηνέχθη ἀπὸ τῆς Κέκροπος ἡλικίας καὶ καθεξῆς), μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς περὶ Κρόνον καὶ Ῥέαν, Δία τε καὶ Ἀπόλλωνα καὶ τοὺς καθεξῆς θεοὺς ἀναγορεύσαντες. Ἕλληνες δὲ κέκληνται ἀπὸ Ἕλληνος τινος ἀνδρὸς τῶν ἐν τῇ Ἑλλάδι κατῳκηκότων καὶ τὴν προσωνυμίαν τῇ χώρᾳ παρεχομένου, ὡς δὲ ἕτεροί φασιν ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθήναις βλαστησάσης. Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγόνασιν, ὡς ἔχει ἡ ἀκρίβεια, ἀπὸ τοῦ Ἰωυάν *,ἐνὸς ἀνδρὸς τῶν τὸν πύργον οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι διεμερίσθησαν τῶν ἀνθρώπων, δι᾿ ἥν αἰτίαν καὶ Μέροπες πάντες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν. ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις κατέστη κατωτέρω τῷ χρόνῳ, φημὶ δὲ Πυθαγορείων καὶ Στωϊκῶν καὶ Πλατωνικῶν καὶ Ἐπικουρείων καὶ λοιπῶν.