Ancient Greek · ~1 min
Haeresis 54
Epiphanius, Anacephalaeosis [Sp.] 54.1
Not analysed yet
νݲδݲ. Θεοδοτιανοί, οἱ ἀπὸ Θεοδότου τοῦ σκυτέως τοῦ ἀπὸ Βυζαντίου. οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος, ἅμα δὲ ἄλλοις ὤν ἐν ἡμέραις τοῦ τότε διωγμοῦ μόνος ἐκπεσὼν καὶ ἐκείνων μαρτυρησάντων διὰ τὸ ὀνειδίζεσθαι ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστόν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.