Ancient Greek · ~2 min
Haeresis 63
Epiphanius, Anacephalaeosis [Sp.] 63.1
Not analysed yet
ξݲγݲ. Ὠριγενιανοί, τινὸς Ὠριγένους. αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες. ξݲδ. ݲ Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὸ ἅγιον πάντα ἀλληγοροῦντες, Χριστοῦ δὲ τὴν βασιλείαν παυθήσεσθαι ληροῦντες. Αὗται πάλιν αἱ τοῦ δευτέρου βιβλίου, πρώτου δὲ τόμου αἱρέσεις ιݲηݲ.