Ancient Greek · ~2 min
1.1 to 1.2
Epiphanius, Ancoratus 1.1-2
Not analysed yet
Ἤδη μὲν μὲν μακαρίσαιμι ἂν ἑαυτόν, ποθεινότατοι, ὄντι γε μὴ ὄντες ἡμεῖς ἱκανοὶ πρὸς τὴν τῶν ἁγίων καὶ σπουδαίων καὶ ζῆλον θεοῦ ἀνειλημμένων ἐνάρετον πολιτείαν καταξιούμεθα ὑπὸ τῶν αὐ- τῶν ὑπονύττεσθαι ⟨εἰς τὸ⟨ τὸν νοῦν διεγείρειν τε καὶ παριστᾶν εἰς τὸ χρήσιμον. τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ ταρὰ τῷ ἀποστόλῳ εἰρημένον »ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου«, ἀφικέσθαι πρὸς τοῦτο νῦν ἀναγκάζεται.