Ancient Greek · ~3 min
Chapter 1
Epiphanius, Ancoratus 1.4-2
Not analysed yet
ἐγὼ γοῦν λαβὼν τὴν τοιαύτην πρότασιν τῶν αἰτήσεων οὐκ ὀλίγων οὐσῶν παρὰ τῶν περὶ τὸν Κώνωπα Κώνωπα τὸν συμπρεσβύτερον καὶ τῶν αὐτῷ ἑπομένων, ἄλλων τε καὶ ὑμῶν τῆς τιμιότητος. τέκνα ποθεινότατα, οὐ μὴν ἀλλὰ καὶ τοῦ τένου ἡμῶν Ὑπατίου ἀπὸ τῆς Αἰγύπτου πρός με διὰ τοῦτο ἥκοντος, τὰς ὁμοφώνους ψήφους πολλὰς ὁρῶν ὁμοῦ, δηχθεὶς τὴν φρένα καὶ τὸν λογισμὸν ἐσκεψάμην καὶ ἔδοξέ μοι προὁρμῆσαι κατὰ κατὰ τὴν ὑμῶν διὰ γραμμάτων ἀξίωσιν ἀνενδοιάστως ⟨τε⟩, ὅτι οὐ μόνον ἑκὼν ἀλλὰ καὶ ἄκων διὰ τὴν ὑπερβολὴν ὑμῶν τε καὶ τῶν καθ’ ὑμᾶς αἐτήοεως, ἐπὶ τὸ γράφειν ταύτην μου τὴν ἐπιστολὴν ἐμὲ τὸν βραχὺν τῷ ὑμετέρῳ πόθῳ.