Ancient Greek · ~3 min
Chapter 10
Epiphanius, Ancoratus 10.7
Not analysed yet
ἀλλὰ μὴ κατὰ συναλοιφήν· ἔστι γὰρ ὁ πατὴρ πατήρ, ἔστιν ὁ υἱὸς υἱός, ἔστι τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. ἀλλ’ οὐκ ἠλλοτριωμένη ἡ τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος· τιμᾶται δὲ ὁ πατὴρ καθὸ πατήρ ἐστι, τιμᾶται ὁ υἱὸς καθὸ υἱός ἐστι, τιμᾶται τὸ πνεῦμα τὸ ἄλγιον καθὸ πνεῦμα ἀληθὲς καὶ πνεῦμα θεοῦ. οὕτω Ιλἐγει ὁ μονογενής ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν«· ἐν τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν σημαίνεις καὶ υἱὸν τιμᾷς. καί »"ο τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα«· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός.