Ancient Greek · ~3 min
101.1 to 101.3
Epiphanius, Ancoratus 101.1-3
Not analysed yet
101. Εἰ δὲ βουληθείην τὰς πόσας μαρτυρίας ἐκ πασῶν τῶν γραφῶν ἐκλέξασθαι, μικρὸς μὲν ό ἡμέτερος νοῦς βραχύς τε καὶ ἰδιώτης, ὅμως διὰ τὸ πλῆθος ⟨δέδια μὴ⟩ εἰς πολὺ πλάτος ἐπεκτείων τὸν λόγον· συνελὼν δὲ ἐρῶ ὅτι ἡ ἡμῶν σωτηρία σύντομός ἐστιν, ἐν πᾶσι δὲ ⟩μιᾶς ἐλπίδος τῆς ἀναστάσεως ἡμῖν κεκηρυγμένης. ταῦτα δὲ ἀπιστοῦσιν ἄπιστοι, παραφθείρουσι κακόδοξοι, οὐ δέχνται φιλόνεικοι, ἀπωθοῦνται κενόδοξοι. τοῖς δὲ πᾶσιν ό θεὸς τὸ ἔλεος παράσχῃ καὶ διαυγάσῃ τὰ ζεζοφωμένα τῶν διανοημάτων. Ἕλληνες μὲν γὰρ ⟨μὴ⟩ λαβόντες πνεῦμα ἅγιον ἐλεχθήσονται ὑπὸ τῆς ἀληθείας καὶ πασῶν τῶν προλεχθεισῶν μαρτυριῶν, μάλιστα δὲ ὑφ’ ὑμῶν τῶν υἱῶν τῆς ἀγίας τοῦ θεοῦ ἐκκλησίας καὶ ὁρθοδόξου πίστεως.