Ancient Greek · ~2 min
101.5 to 101.7
Epiphanius, Ancoratus 101.5-7
Not analysed yet
τίς δὲ τῶν εὐ φρονούντων εἰς ὑμᾶς τοὺς εὐλαβεῖς καὶ πιστοὺς σκοπῶν, ὠ ὀρθόδοξοι καὶ υἱοὶ τῆς ἐκκλησίας ἐνίους γὰρ λέγων πάντας τοὺς τοὺς τῆς ἀληθείας λέγω, κατὰ τὸ γεγραμμένον), τίς περὶ τούτων ἀμφιβάλοι; σοφῆς γὰρ ὄντες καὶ ἀνδρειοτάτης υἱοὶ γυναιός, ἡς τὸ κλέος παρὰ Σολομῶντι λέγνοντι »γυναῖκα ἀνδρείαν τίς εὑρήσει; «ὡς σπανίας οὔσης, μᾶλλον δὲ μιᾶς). τὸ κρεῖττον ἐκλέξεσθε καὶ τὸ ὠφέλιμον ἀγαπήσετε. ἀνδρείαν δὲ γυναῖκα νοεῖτέ μοι τὴν ἐκκλησίαν τοῦ θεοῦ, τὴν ὑμῶν μητέρα, ἡς οὐδὲν ἀνδρειότερον, θνῃσκούσης καθ’ ἕκαστον ἐπεγειρόμενον διωγμὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ ἰδίου ἀνδρός.