Ancient Greek · ~7 min
104.1 to 104.9
Epiphanius, Ancoratus 104.1-9
Not analysed yet
104. ἄλλος δὲ Ἡράκλειτος Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; Τυφῶνα γὰρ καὶ Οσιριν καὶ ἄλλους καταχθονόυς λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι). φησὶ γοῦν οὑτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς. ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν »εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν ούδ΄ ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ κωλύοντά με«. καὶ Ὅμηρος δέ φησιν οὐκ ἀγαθὸν πολυκοιρανίη«. ὁ δὲ Φιλήμων, ἕτερος κωμικός, φησίν »οἱ ἕνα θεὸν σέβοντες ἐλπίδας ἔχουσι καλὰς εἰς σωτηρίαν«. Απις γὰρ εὐθὺς ό ἀχυροφάγος μόσχος ὑπὸ Κάμπυος, τοῦ τῶν Ἀσσυρίων βασιλέως, ξίφει τὸν μηρὸν πλήττεται, ἴν, εἰ ῥεύσει αἱμα, ἐλεγχθῇ μὴ ὣν θεός. Κρονικοὶ δὲ οὐκ ἀρνοῦνται τὸν ἴδιον αὐτῶν θεὸν ἐγκαθεῖρχθαι ἁλύσεσι σιδηραῖς, οὕτως ήγούμενοι. εἰ δέ τις ἐν καθείρξει ὑπάρχει, οὐχ ὰπλῶς ὅτι ἑνὶ μείζονι ὑπόκειται, ἀλλὰ καὶ ὡς κακοῦργος ό τοιοῦτος ἐν καθείρξει ἐστίν. εἰ δὲ καὶ περὶ *Ἴσιδός μοι ἔσται λόγος τῆς ἤδη καὶ Ατθίδος καὶ Ἰοῦς λεγομένης, θυγατρὸς δὲ Ἄπιδος τοῦ Καππαδόκου τοῦ καὶ Ἰνάχου καλουμένου, αἰσχύνομαι μὲν ἴσως τὰς ἐκείνων πράξεις άνακηρῦξαι· πλὴν δὲ οὐκ αἰσχυνθήσομαι λέγειν ἃ αὐτοὶ προσκυνεῖν οὐκ αἰσχύνονται. αἰσχυνέσθωσαν δὲ οἱ ταύτης προσκυνηταὶ καὶ καὶ ⟨τῆς⟩ γενείας τὰς ἑαυτῶν θυγατέρας τε καὶ γυναῖκας καὶ ἀδελφὰς τὰς τῶν θεῶν πράξεις πράξεις μιμεῖσθαι παραινοῦντες. καὶ εὐθὺς μὲν Οσίρεως ἐρῶσαι τοῦ ἰδίου αὐτῶν ἀδελφοῦ Τυφῶνος ⟨τε⟩ τοῦ ἀδελφοῦ τοὺς ἰδίους ἀδελφοὺς κατ᾿ ἀλλήλων στρατεύουσι. πολλὴ δὲ αἰσχύνη θεᾶς τῆς μήτε αἰδοῦς ⟨τοῦ⟩ ἰδίου ἀδελφοῦ αἰσθομένης, ἐρώσης μὲν καὶ μὴ ἀρκουμένης τοῖς ἔξωθεν ἀνδράσιν, ἀλλὰ καὶ ἕως τοῦ ἰδόυ ἀδελφοῦ φθανούσης. οὐ μόνον δέ, ἀλλὰ καὶ ἀδελφοκτονίαν διὰ τὴν ἰδίαν τῆς ἐπιθυμίας ἀκορεστίαν τοῖς φιλτάτοις ὑποδείκνυσι.