Ancient Greek · ~3 min
110.1 to 110.4
Epiphanius, Ancoratus 110.1-4
Not analysed yet
110. Ἄν τε εἴπωσιν ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ό τοὺς μὲν Αἰγυπτίους πλεονεκτήσας καὶ σκυλεῦσαι διδάξας τοὺς ἰδίους αὐτοῦ ἀνθρώπους ἐν τῷ ἐξέρχεσθαι αὐτοὺς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδασιν οί μάταιοι ὅτι λαρὰ θεῷ οὐδὲν ἀπόλλυται καὶ ὅτι δικαιοκρισία ἐστὶ καὶ θεὸς οὐ μυκτηρίζεται«. τί γὰρ ἐνόμιζον Αἰγύπτιοι ὅτι ἐζήτουν ταῦτα ἀμισθὶ ἐργάζεσθαι τοὺς Ἰουδαίους καὶ οὐ τὰ τυχόντα ἴτη, ἀλλὰ διακόσια δεκαπέντε σὺν †τοῖς διακοδίοις δεκαπέντε ἔτεσι τοῦ Ἱωσήφ; τετρακοσίων γὰρ καὶ τριάκοντα ἐτῶν παροικίας ὸρισθείσς τῷ Αβαὰμ καὶ τῷ αὐτοῦ σπέρματι, ὡς λέγει πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ«, ⟨τότε⟩ τὸ ὀρισθὲν ἐτελειοῦτο. τῇ οὖν ἑαυτοῦ εύσπλαγχνίᾳ ὁ θεὸς τὰ ἴτη τῆς αὐτοῦ παροικίας διεμέρισε. καὶ εύθὺς μὲν ⟨διὰ⟩ σݲ δεκατπέντε ἐτῶν ἔτι ὄντων ἐν τῇ αὐτῶν καὶ τὰ ἄλλα σݲ πεντεκαίδεκα διεῖλε τοῖς εἰς Αἴγυπτον θοῦσιν.