Ancient Greek · ~2 min
112.2 to 112.4
Epiphanius, Ancoratus 112.2-4
Not analysed yet
καὶ διαμερίζει μὲν ὡς κληρονόμος τοῦ κόσμου καταστὰς ὑπὸ τοῦ θεοῦ τοῖς τρισὶν υἱοῖς αὐτοῦ τὸν πάντα κόσμον, ὑπὸ κλήρους διελὼν καὶ ἑκάστην μερίδα κατὰ κλῆρον ἑκάστῳ ἀπονέμων· καὶ τῷ μὲν Εὴμ τῷ πρωτοτόκῳ ὑπέπεσεν ό κλῆρος ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς [⟨τὸ μῆκος, πλάτος δὲ ἀπὸ ἕως τῆς χώρας Ῥινοκουρούρων· κεῖται δὲ αὕτη ἡ Ῥινοκουρούρων ἀνὰ μέσον Αἰγύπτου καὶ Παλαιστίνης, ἀντικρὺ τῆς ἐρυθρᾶς θαλάσσης. Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ τῆς αὐτῆς Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νότον. Ἰάφεθ δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων καὶ Ρινοκουρούρων τὰ πρὸς βορρᾶν.