Ancient Greek · ~2 min
Chapter 113
Epiphanius, Ancoratus 113.3
Not analysed yet
Χὰμ δὲ τῷ δευτέρῳ παῖδες καὶ παίδων παῖδες τριάκοντα δύο ἕως τοῦ αὐτοῦ διαμερισμοῦ τῶν γλωσσῶν· Αἰθίοπες Τρωγλοδύται Ἀγγαῖοι Ταιηνοὶ Σαβῖνοι Ἰχθυοφάφοι Ἑλλανικοὶ Αἰγύπτιοι Φοίνικες Μαρμαρίδαι Κᾶρες Ψυλλῖται Μοσσύνοικοι Φρύγες Μάκωνες Μάκρωνες Συρτῖται Λεπτιμαγνῖται Βιθυνοὶ Νομάδες Λύκιοι Μαριανδηνοὶ Πάμφυλοι †Μοσχεσίδιοι Πισιδηνοὶ Αὐγαλαῖοι Κίλικες Μαυρούσιοι Κρῆτες Μαγάρδαι Νουμιδοὶ Ἄφροι ⟨οἱ⟩ καὶ Βιζακηνοὶ Φασγηνοὶ Μάζικες Γάραμοι Γετοῦλοι Βλέμμυες Ἀξωμῖται· οὐτοι κατέχουσιν ἀπὸ Αἰγύπτου ἕως Ὠκεανοῦ.