Ancient Greek · ~4 min
114.1 to 114.6
Epiphanius, Ancoratus 114.1-6
Not analysed yet
114. Τούτων τοίνυν τῶν ἐθνῶν οὕτως ἐκ τῶν τριῶν υἱῶν τοῦ Νῶε γεγονότων καὶ τριχῆ τοῦ κόσμου τοῖς τρισὶν υἱοῖς διαμερισθέντος, ὡς προεῖπον ὅρκος ἀπῃτήθη παρ᾿ αὐτῶν ὑπὸ τοῦ πατρὸς μηδένα ἐπεμβαίνειν τῷ τοῦ ἀδελφοῦ κλήρῳ· τὸν δὲ ὑπερβαίνοντα τὴν τοῦ ὅρκου διαταγὴν ἐξολοθερύεσθαι ἐν τῷ ὅρκῳ ἔφησαν καὶ πᾶν τὸ σπέρμα αὐτοῦ. ἐπεὶ οὐν ἐν τῷ κλήρῳ ⟨τοῦ⟩ Σὴμ ἡ Παλαιστίνη ὑπέπεσε καὶ πάντα τὰ πλησίον αὐτῆς, πλεονέκτης δὲ ὤν ὁ Χαναὰν υἱὸς Χὰμ ἐπῆλθε τῇ Παλαιστινῶν ὕστερον γῇ τουτέστι τῇ Ἰουδαίᾳ καὶ ἀφαρπάζει αὐτήν, ἐμακροθύμει δὲ ὀ θεὸς διδοὺς χρόνους μετανοίας, ἵνα μετανοήσειαν οἱ ἐκ τοῦ Χὰμ καὶ ἀποδῶσι τοῖς τοῦ Σὴμ τὴν ἰδίαν κληρουχίαν, ἐκεῖνοι δὲ οὐ μετενόουν, ἀλλ᾿ ἤθελον τὸ μέτρον αὐτῶν πληρῶσαι, —τότε ὁ θεὸς μετὰ πολλὰς ὕστερον γενεὰς δίκαιος ὤν ἐκδικεῖ τὴν παράβασιν τοῦ ὅρκου· οὕτω γὰρ ἔδει πληρωθῆναι τὸ Ἀμορραίων μέτρον. Σὴμ γὰρ γεννᾷ τὸν Ἀρφαζάδ· Χὰμ δὲ γεννᾷ τὸν Χαναάν. Χαναὰν δὲ γεννᾷ μετὰ τὴν πλεονεζίαν τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ Φερεζαῖον καὶ Εὐαῖον καὶ Ἀρουκαῖον καὶ Ἀράδιον καὶ Σιδώνιον.