Ancient Greek
116.9 to 116.11
Epiphanius, Ancoratus 116.9-11
Not analysed yet
καὶ οἱ μὲν Σαβέλλιοι τέλεον ἀρνοῦνται τὸ εἶναι τὸν] υἱὸν καὶ ἅγιον πνεῦμα, λέγοντες ὅτι ὁ υἱὸς ἐστιν ὁ πατὴρ καὶ ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα αὐτός ἐστιν ὁ πατήρ, ὡς μὴ εἶναι υἱὸν καὶ ἅγιον πνεῦμα, δεύτεροι Ἰουδαῖοι καὶ κυριοκτόνοι ἀπελεγχόμενοι. Ἀρειομανῖται δὲ οἱ πάντων ἀσεβέστατοι, οἱ τὸν υἰὸν ἀπὸ τῆς πατρῴας οὐσίας διαιρεῖν καὶ ἀπαλλοτριοῦν τολμῶντες, οὐκ ἀξιοῦσι τὸν υἱὸν ὁμότιμον εἶναι τῷ πατρὶ οὐδὲ ἐκ τῆς οὐσίας τοῦ πατρὸς αὐτὸν γεγεννῆσθαι. ἄλλοι δὲ τούτων ἔκγονοι, οἱ πρὸ τούτου μετὰ τῶν ἄλλων τῶν προταχθέντων · Με κατὰ Ἰουδαίους αὑτοὺς ἀπηρίθμουν τοὺς βλασφημοῦντας τὸ ἅγιον πνεῦμα, δεύτεροι Σαδδουκαῖοι καὶ Σαμαρεῖται καὶ ἔγνωστοι νεκροὶ καὶ ἄπιστοι.