Ancient Greek · ~2 min
12.1 to 12.3
Epiphanius, Ancoratus 12.1-3
Not analysed yet
12. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος »οὐδείς« φησίν »οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω«· καὶ οὐκ εἶπεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ‘, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ« μόνον, οἴνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ θεῖον· εἰ μὴ«, φησί, »τὸ πνεῦμα τοῦ θεοῦ«· τὸ γὰρ πνεῦμα τοῦ θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη θεοῦ«.