Ancient Greek
12.7 to 12.9
Epiphanius, Ancoratus 12.7-9
Not analysed yet
καὶ ἐζῆτε ὁ νόμος διὰ Μωυσέως ἐδόθη, αἱ μετ’ αὐτὸν σχισθεῖσαι αἱρέσεις πρὸ τῆς Χριστοῦ ἐνσάρκου παρουσίας ἕνδεκα καὶ μετὰ τὴν ἔνσαρκον παρομοίαν ἄλλαι ἐξήκοντα. χοιρὶς τῶν πρὸ τοῦ νόμου καὶ πασῶν τούτων πέντε καὶ τῶν ἄλλων τεσσάρων Ἑλληνικῶν αἱρέσεων, αἴτινές εἰσι πρὸ νόμου ἐννέα· ὁμοῦ δὲ ἅπασαι σὺν ταῖς ἑαυτῶν μητράσι τὸν ἀριθμὸν ὀγδοήκοτα. ὠν εἰσι μητέρες μὲν πέντε οὕτως· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαΐσμὸς Σαμαρειτισμός. ἐκ τούτων, ἐξ Ἑλληνισμοῦ μὲν αἱρέσεις τέσσαρες· Πυθαγορείων Πλατωνικῶν Στviκῶν Ἐπικουρείων. ἀπὸ δὲ τοῦ νόμου πρὸ ⟨τῆς⟩ Χριοτοῦ παρομοίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτὰ· Γραμματέων Φαρισαίων Σαδδουκαίων Ὀσσαίων Νασαραίων Ἡμεροβαπτιστῶν Ἡρωδιανῶν· ἐκ δὲ Σαμαρειτῶν τέσσαρες· Γοροθηνῶν Σεβουαίων Ἐσσηνῶν Δοσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύουσαι.