Ancient Greek · ~2 min
Chapter 14
Epiphanius, Ancoratus 14.5
Not analysed yet
φησὶ δὲ ὁ αὐτὸς ἅγιος ἀπόστολος, δηλῶν ἡμῖν δι’ ἣν αἰτίαν τοῦτο εἶπεν, »ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ θεοῦ ἐλάβομεν, ὅπως γνῶμεν τὰ ἐκ θεοῦ χαρισθέντα ἡμῖν. ἅ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου πνευματικοῖς πνευματικὰ συγκρίνοντες καὶ τὰ ἐξῆς. τὸ πνεῦμα τοίνυν τοῦ θεοῦ οὐκ ἀλλότριον θεοῦ. εἰ γὰρ ἀλλότριον θεοῦ ἐστι, πῶς τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ;