Ancient Greek · ~2 min
Chapter 17
Epiphanius, Ancoratus 17.1
Not analysed yet
17. εἰ γὰρ καὶ ἄγγελοι λείπονται τῆς μείζονος ἐξουσίας καὶ γνώσεως, μὴ γἐνοιτο καὶ τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα λείπεσθαι. πνευματικῶς δὲ λέγει ὁ υἱός, ὁ ἀπὸ τοῦ πατρὸς ἐλθὼν πρὸς ἡμᾶς ἅγιος Λόγος· οἱ δὲ ψυχικοὶ ἀνακρίνονται μὴ νοοῦντες τοῦ υἱοῦ τὴν σοφίαν, μᾶλλον δὲ τῆς σοφίας τὸν λόγον —ἐπερωτῶ σε, καὶ λέγε μοι·