Ancient Greek · ~3 min
17.3 to 17.5
Epiphanius, Ancoratus 17.3-5
Not analysed yet
εἰ γινώσκει τοίνυν τὸν πατέρα, γινώσκει πάντως καὶ τὴν ἡμέραν καὶ οὐδέν ἐστιν οὑ λείπεται κατὰ γνῶσιν ὁ υἱός. ἀλλ’ ἐρεῖς ὅτι μείζων ὢν ὁ πατὴρ πάντων ἔχει τὴν γνῶσιν, ὁ δὲ υἱὸς οὐδαμῶς, καθὼς καὶ αὐτὸς λέγει ὁ πατήρ μου μείζων μού ἐστιν‘. ἀλλὰ τοῦτο τιμῶν τὸν κατέρα λέγει ὁ υἱὸς ὡς ἔπρεπεν, μειζόνως τετιμημένος ὑπὸ τοῦ πατρός. ἴδει γὰρ ἀληθῶς τὸν γνήσιον υἱὸν τιμᾶν τὸν ἴδιον πατέρα, ἴνα δείξῃ τὴν γνησιότητα. χῶς δὲ σὺ νομίζεις μείζονα εἶναι αὐτόν; περιφερείᾳ ἢ ὄγκῳ ἢ χρόνῳ ἢ καιρῷ ἢ ἀξίᾳ ἢ θεότητι ἢ ἀθανασίᾳ ἢ ἀιδιότητι; μὴ ταῦτα νόμιζε. οὐδὲν γὰρ ἐν τῇ θεότητι ἄνισον ὑπάρχει πρὸς τὸν υἱόν, ἀλλὰ καθὸ πατὴρ ὁ πατήρ ἐστι καὶ καθὸ ὁ ⟩υἱὸς γνήσιος, τιμᾷ τὸν ἑαυτοῦ ποτέρα.