Ancient Greek · ~3 min
18.1 to 18.3
Epiphanius, Ancoratus 18.1-3
Not analysed yet
18. Διὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς ἀκούων δὲ περὶ τοῦ θεοῦ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἶς ὁ θεός‘ μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν. οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μει- ζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ’ ⟨ἀναφέρει⟩ τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ ἴνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννημένου. πολλὴ γὰρ ἀδράνεια τῶν τολμώντων λέγειν περὶ τοῦ υἱοῦ τὸ τοιοῦτον, κἄν τε ἕπῃ »εἷς ἐστιν ἀγαθὸς ὁ θεός‘.