Ancient Greek
19.1 to 19.6
Epiphanius, Ancoratus 19.1-6
Not analysed yet
19. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς 15 ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ ⟨ὤν⟩ σὺν πατρί, ὁ ἐκ προελθών, τὸ »ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως«, ἡ εἰκὼν τοῦ πατρὸς‘ ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, »οὑ τῆς βασιλείας οὐκ ἔσται τέλος‘, »ὁ κριτὴς ζώντων καὶ νεκρῶν‘, ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ τηγῆς »ἐμέ«, γάρ φησιν »ἐγκταέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους«), ὁ ποταμὸς ὁ ἀένναος, ὁ »εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ«, ὁ ἐκ τῆς πηγῆς προελθών, ἐξ οὗπερ, ⟨ὤς⟩ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι«, τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα, τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν, ὁ »τῆς μεγάλης βουλῆς ἄγγελος‘, ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀλη- θείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος. ὁ Λόγος σὰρξ γενόμενος, ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ ὁ »ὁ Λόγος« οὐκ εἶπεν ὁ γενόμενος‘, ἀλλὰ μετὰ τὸ εἰλεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ »σάρξ«, μετὰ δὲ τὸ σὰρξ λέγει »ἐγένετο«, ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ). —οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος ὁ πρὸς πατρὸς θεός, ὁ μεγάλης βουλῆς ἄγγελος«, ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, »⟨ὁ⟩ πατὴρ μέλλοντος αἰῶνος‘, αὐτὸς εἶπεν »οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐραῷ«· *καὶ γὰρ οὐκ οἴδασιν ὅτι ὁ υἱὸς νοηματικῶς λέγει εἰ μὴ μόνος ὁ πατήρ‘.