# Ancoratus 19.1-6

Epiphanius, Ancoratus, 19.1 to 19.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/ancoratus/19.1

19. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς 15 ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ ⟨ὤν⟩ σὺν πατρί, ὁ ἐκ προελθών, τὸ »ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως«, ἡ εἰκὼν τοῦ πατρὸς‘ ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, »οὑ τῆς βασιλείας οὐκ ἔσται τέλος‘, »ὁ κριτὴς ζώντων καὶ νεκρῶν‘, ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ τηγῆς »ἐμέ«, γάρ φησιν »ἐγκταέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους«), ὁ ποταμὸς ὁ ἀένναος, ὁ »εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ«, ὁ ἐκ τῆς πηγῆς προελθών, ἐξ οὗπερ, ⟨ὤς⟩ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι«, τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα, τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν, ὁ »τῆς μεγάλης βουλῆς ἄγγελος‘, ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀλη- θείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος. ὁ Λόγος σὰρξ γενόμενος, ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ ὁ »ὁ Λόγος« οὐκ εἶπεν ὁ γενόμενος‘, ἀλλὰ μετὰ τὸ εἰλεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ »σάρξ«, μετὰ δὲ τὸ σὰρξ λέγει »ἐγένετο«, ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ). — οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος ὁ πρὸς πατρὸς θεός, ὁ μεγάλης βουλῆς ἄγγελος«, ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, »⟨ὁ⟩ πατὴρ μέλλοντος αἰῶνος‘, αὐτὸς εἶπεν »οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐραῷ«· * καὶ γὰρ οὐκ οἴδασιν ὅτι ὁ υἱὸς νοηματικῶς λέγει εἰ μὴ μόνος ὁ πατήρ‘.

---

Epiphanius, Ancoratus, ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg001.local001/.
