Ancient Greek · ~5 min
2.3 to 2.6
Epiphanius, Ancoratus 2.3-2-6
Not analysed yet
αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔγνωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταις λέγων »ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς «,αὕτη δὲ ἐ)στιν ἡ ζωὴ ἣν ἴφη· »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν«. ἐν τῷ οὖν εἰπεῖν »τὸν μόνον ἀληθινὸν θεόν« εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἕνα μηκέτι »ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὠμεν δεδουλωμένοι«, ἕνα μὴ πολυθεί· α ἐν ἡμῖν ἔτι ᾐ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ’ ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ· »πρώτη γὰρ πορνεία ἐπίνοια εἰδώλων φησὶν ἡ γραφή. καί φησι »καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν." Ἰησοῦ Χριστὸν τίνα ἀλλ ἢ θεόν; εἰ δὲ θεὸν Χριστὸν Ἰησοῦν, ὡς λέγει περὶ αὐτοῦ ὁ Ἰωάννης ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«, εἷς θεὸς τοίνυν ὁ πατὴρ καὶ μόνος ἀληθινὸς θεὸς καὶ θεὸς ὁ μονογενής. οὐκ ἄρα ἀλλότριος θεοῦ καὶ τῆς μονάδος· ἀλλ’ ἐπειδὴ υἱὸς ἐκ πατρός, διὰ τοῦτο μόνος ἀληθινὸς θεός. καὶ οὐ κατὰ τοὺς ἐψευσμένους θεούς, οὓς ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅηιον πνεῦμα. τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ αγιον πνεῦμα.