# Ancoratus 20.1-7

Epiphanius, Ancoratus, 20.1 to 20.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/epiphanius/ancoratus/20.1

20. Δύο γὰρ γνώσεις ἐν τῇ θείᾳ γραφῇ. δύο εἰδήσεις, μία κατὰ ἐνέργειαν καὶ μία κατὰ εἴδησιν. ἵνα δὲ ἀπὸ παραπηγμάτων τὰ ὅμοια παραστήσω, εἰς τὸ διὰ πολλῶν ἐξομαλισθῆναι τὴν πεπλανημένην σου διάνοιαν καὶ τῶν τοῦτο φρονούντων, μάθε τί λέγει ἡ γραφὴ περὶ τοῦ Ἀδάμ· ἦσαν‘ φησί »γυμνοὶ ἐν τῷ παραδείσῳ καὶ οὐκ ᾐσχύνοντο«. τυφλοὶ δὲ οὐκ ἦσαν· ἔβλεπον γάρ· εἰ μὴ γὰρ ἔβλεπον, πῶς εἶδον τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι«; καὶ λαβοῦσα« φησίν »ἡ γυνὴ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς τῷ μετ αὐτῆς«. ἄρα οὖν οὐκ ἦσαν τυφλοί, ἀλλ’ ἠνεῳγμένους εἶχον τοὺς ὀφθαλμούς· γυμνοὶ δὲ ὄντες οὐκ ᾐσχύνοντο βλέποντες, καὶ γυμνοὶ ὄντες ἑαυτοὺς ᾔδεισαν. ᾔδεισαν δὲ κατὰ εἴδησιν καὶ οὐ κατὰ πρᾶξιν. μετὰ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου βεβρωκότας τοῦ ξύλου, μετὰ πολὺν χρόνον φησίν »ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ‘. Πῶς τοίνυν ἔσται τοῦτο; καίτοι γε ἑώρων ἀλλήλους γυμνοὶ ὄντες καὶ ᾔδεισαν ἑαυτοὺς τῇ ὁράσει· ἀλλ’ οὐ τῇ πράξει. τὸ δὲ ἀλλήλοις συναφθήναι γνῶσιν εἶπεν ἡ γραφή. οἶδε δὲ καλεῖν εἴδησίν καὶ εἴδησιν. πάλιν γὰρ οὕτω λέγει »ἔγνω Ἰακὼβ Λείαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε« καὶ τὸ πρῶτον μὲν ᾔδει αὐτήν· σὺν αὐγῇ γὰρ ἐπτὰ ἔτη ἠν ποιμαίνων τὰ πρόβατα Λαβὰν τοῦ πατρὸς αὐτῆς. εἴδησιν δὲ τὴν δι’ ὁράσεως καὶ διὰ γνώσεως ᾔδει, ⟨ᾔδει,⟩

---

Epiphanius, Ancoratus, ed. Karl Holl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2021.tlg001.local001/.
