Ancient Greek · ~3 min
22.2 to 22.4
Epiphanius, Ancoratus 22.2-4
Not analysed yet
λείπεται δὲ ἀπὸ τῶν ἀγγέλων· κτιστοὶ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι καὶ δυνάμεις, πατὴρ δὲ ἄπτιστος, υἱὸς ἄπτιστος, πνεῦμα θεοῦ ἄκτιστον. οὐκ οἴδασιν οὐν οἱ ἄγγελοι οὔτε κατὰ εἴδησιν· οὔτε κατὰ πρᾶξιν τὴν ἡμέραν καὶ τὴν ὥραν. οὐκ οἴδασι γὰρ πότε βούλεται ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα ἐνεγκεῖν τὴν ἡμέραν, καὶ οὐκ οἴδασι κατὰ γνῶσιν πράξεως· οὔπω γὰρ ἐπετάχθησαν ἐξελθεῖν καὶ συναγαγεῖν δίκην ζιζανίων καὶ δῆσαι δρομὰς δεομὰς εἰς τὸ καίειν πυρὶ ἀσβέστῳ. οὔπω τοίνυν οὐδὲ ἔπραξαν οὐδὲ οἴδασιν, ὁ δὲ πατὴρ οἶδε καὶ ἔπραξεν· ὁ δὲ υἱὸς οἶδε μέν, οὐδέπω ἔπραξε. τουτέστιν ⟨τό⟩ »εἰ μὴ ὁ πατὴρ μόνος, οὔτε οἱ οὔτε ὁ υἱός«.