Ancient Greek · ~3 min
22.6 to 22.7
Epiphanius, Ancoratus 22.6-7
Not analysed yet
οὗτος οὖν ὁ πατὴρ ὁ ἅγιος τὸν μονογενῆ αὐτοῦ υἱὸν γνήσιον, γεγεννημένον ἐξ αὐτοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἔδωκε τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἐν μιᾷ γνώσει ὁμονοίας, ἐν ἐνὶ συνδέσμῳ τελειότητος, ὅπως ἐν ὀνόματι πατρὸς τελείου καὶ θεοῦ τὴν σφραγῖδας κομισώμεθα καὶ ἐν ὀνόματι υἱοῦ τελείου καὶ θεοῦ καὶ ἐν ὀνόματι πνεύματος θείου καὶ τελείου λάβωμεν τὴν σφραγῖδα. ὡ τριὰς ἁγία ἀριθμουμένη, τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη. οὐ γὰρ λέγεται ἑνὰς καὶ δυὰς οὐδὲ μονὰς καὶ μονάς, ἀλλὰ μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι, μονοειδῶς μονωνύμως εἷς θεός, πατὴρ ἐν υἱῷ ,υἱὸς ἐν πατρὶ σὺν ἀγίῳ πνεύματι.