Ancient Greek · ~4 min
26.1 to 26.4
Epiphanius, Ancoratus 26.1-4
Not analysed yet
26. Σεμνοὶ δὲ ἄγγελοι ἐν οὐρανῷ τὸν ἐπινίκιον ὕμνον ᾄδουσι, σὺν Σεραφὶμ καὶ Χερουβὶμ Ι τὴν τριάδα ὁμοδόξως καὶ ὁμοστοίχως P31 καὶ ὁμοουσίως δοξάζοντες καὶ λέοντες τό »ἅγιος ἅγιος ἅγιος«, τρεῖς φωνὰς ἀποτελοῦντες, ἐν ἑνότητι δὲ λέοντες καὶ οὐ πολυωνύμως. οὐ γὰρ λέγουσιν ἅγιος τέταρτον, ἱνα μὴ προσθῶσι ⟩τῇ τῆς τριάδος ὀνομασίᾳ· οὐ λέγουσι δὶς τὸ ἅγιος, ἵνακ μὴ ἐλλιπὴς εἴη ἡ δόξα τῆς τελειότητος, ἀλλὰ τρίς, ἵνα πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἐν τῇ αὐτῇ τιμῇ ἁγιάσωσι. καὶ οὐ λέγουσιν ἅγιος καὶ ἡμιάγιος, ἀλλ ἴσως λέγουσι τὸ ἅγιος, μιᾷ φωνῇ καὶ ἐνὶ λόγῳ καὶ μιᾷ τελειότητι τριὰδα δοξάζοντες ὁμοῦ ἐν ἑνότητι καὶ ἐνότητα ἐν τριάδι. ταύτην γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς ⟨υἱὸς⟩ τοῦ θεοῦ ἡμᾶς ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἄγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ ποτήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λὀγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν ἡμῖν τὸ ἅγιον πνεῦμα.