Ancient Greek · ~3 min
26.6 to 26.8
Epiphanius, Ancoratus 26.6-8
Not analysed yet
ἀλλ’ »οὐκ ἐν πᾶσιν ἡ γνῶσις‘ κατὰ τὸν ἀποστολικὸν λόγον, άλλ’ ἐν τοῖς καταξιωθεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια. αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγέν οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν« καὶ πάλιν ἀλλαχόθι »ὁ ἔχων ὠτα ἀκούειν ἀκουέτω« καὶ πάλιν »εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας‘ τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν »πὐκ οἴδατε οἵου πνεύματός ἐστε«. ἄρα οὖν ἡ γνῶσις οὐκ ἐν πᾶσι«· »χαρίσματα γὰρ ἔχει ἐ̔καστος ἐκ θεοῦ διάφορα( καί φησιν ὁ ἅγιος λόγος »ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν«, ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ’ ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων.