Ancient Greek · ~2 min
30.1 to 30.2
Epiphanius, Ancoratus 30.1-2
Not analysed yet
30. Δαυὶδ δέ φησιν »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, δάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. κύριος, φησί, τῷ κυρίω μου· ἡ γὰρ οἰκονομία τῆς σαρκὸς οὔπω ἠν, ἡς χάριν χρεία ἦν εἰπεῖν αὐτὸν θεόν μου καὶ θεὸν ὑμῶν. »ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν ἑρμηνευόμενον μεθ' ἡμῶν ὁ θεός‘· καὶ οὔπω ⟨χρεία⟩ ἠν εἰπεῖν θεόν μου καὶ θεὸν ὑμῶν.