Ancient Greek · ~2 min
31.7 to 31.8
Epiphanius, Ancoratus 31.7-8
Not analysed yet
ἔλεγε, καὶ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθισε παρὰ τὸ φρέαρ ἐν τῇ Σαμαρείᾳ, ἀλλὰ καί τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο τῷ πνεύματι« καί »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ ὁ Ἰησοῦς«, ἀλλὰ καί πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας«, ὁ σοφία ὢν καἲ »διδάσκων ἀνθρώπους γνῶσιν καὶ φυτεύσας τὸ οὖς τῷ ἀνθρώπῳ‘ καὶ ἐναρθρώσας λαλιὰν τοῖς υἱοῖς τῶν ἀνθρώπων καὶ ποιήσας γλῶσσαν τρανὴν μογγιλάλων«. τὰ τοιαῦτα πάντα ὑπέμεινεν ὑπὲρ ἡμῶν, ἵνα τὴν πᾶσαν ἀκολουθίαν τῆς δι' ἡμᾶς οἰκονομηθείσης ἐνανθρωπήσεως φυλάξας μὴ ἀφανίσῃ τὸν χαρακτῆρα τῆς ἀληθείας.