Ancient Greek
32.9 to 32.10
Epiphanius, Ancoratus 32.9-10
Not analysed yet
εὐθὺς δὲ διὰ τὸ μὴ αἰτήσασθαι αὐτὸν σημεῖον δύο χαρίζεται ὁ τὰ μεγάλα δωρούμενος ἀνθρώποις θεὸς δῶρα, ἀπὸ ὕψους τὸν Λόγον ἰδίᾳ θελἡσει καὶ αὐτοῦ τοῦ Λόγου ἰδίᾳ θελήσει πέμψας, ἀπὸ βάθους δὲ τὴν σάρκα εὐδοκίᾳ ἰδίᾳ σὺν αὐτῶ̣ τῷ Λόγῳ οἰκονομήσας. φησὶ γὰρ ὕστερον καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«. καὶ οὐκ εἶπε καλέσω, ἀλλὰ καλέσουσιν· ἀνθρώποις μὲν γὰρ ἀπεκαλύπτετο θεὸς ὁ ποτὲ παρ’ αὐτοῖς ἀγνοηθείς. λλ΄ ου΄ προσφάτως λαμβάνει τὸ ὄνομα· οὐ γὰρ εἶπε »καλέσω τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ«, ἀλλὰ καλέσουσι.