Ancient Greek · ~6 min
35.1 to 35.5
Epiphanius, Ancoratus 35.1-5
Not analysed yet
35. Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς »οὑτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου«. τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν: τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὐν φασι; τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι. εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὄτι ἡ ψυχή μου τετάρακται« καί ⟨ἐξουσίαν ἔχω⟩ τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν‘, οὐκ εἶχε, φασί, ψυχήν, ἀλλὰ τροπικώτερον εἴρηται. καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, *τῆς ἀληθείας αὐτοσυστάτου ουσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἔκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκινανισταῖς εἴτουν Ἀρειανοῖς, οὐχ ἔνι ἀμφιβολία. ἀλλά, φησίν· »ὁ Λόγος σὰρξ ἐγένετο«, καὶ οὐκ εἶπεν »ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο«. πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι »ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς«, ἀπὸ δὲ τοῦ ἐπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ »ὁ Λόγος σὰρξ ἐγένετο« τὰ πάντα περιέχει.