Ancient Greek · ~5 min
36.1 to 36.5
Epiphanius, Ancoratus 36.1-5
Not analysed yet
36. Εἰ τοίνυν ψυχὴν εἴληφε καὶ σῶμα, καθάπερ ἀποδέδεικται, ἄρα οὐχ ἡ θεότης ἠν ἠλαττωμένη τῆς τοῦ πατρὸς οὐσίας, εἴσω παθῶν περιεχομένη ,ὅπως διψήσῃ καὶ κοπιάσῃ καὶ πεινάσῃ καὶ ὅσαπερ τῷ ἀνθρώπῳ εἰσὶ χρειώδη. καὶ ὅτι ⟩»οὐ κοπιάσει οὐδ' ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ«, κεκοπιακὼς δὲ ὁ σωτὴρ εὑρίσκεται, οὐ παρὰ τοῦτο οὐκ ἔστιν ἐκ τῆς τοῦ πατρὸς οὐσίας ἄνωθεν κατελθὼν ὁ Λόγος. οὐ γὰρ ἄνω κεκοπίακεν, ἀλλ’ ἐν σαρκί. ἴδει γὰρ τὴν σάρκα κοπιάσαι, ἴνα μὴ δοκήσει νομίζηται, ἀλλ’ ἀληθείᾳ· καὶ τὰ ἄλλα ὄσαπερ τοιαύτην ἔχει δύναμιν, τὸ νυστάξαι τὸ ὑπνῶσαι, ἀνθρώπου ἐστὶν ὑποφαντικὰ καὶ τὸ ὑπὸ ἁφὴν *. ἔλαβε γὰρ ταῦτα καὶ ᾶνθρωπος εὑρέθη. εὑρήκαμεν, γάρ ⟨φησιν⟩ ,Μεσσίαν, ὃν ἔγραψε Μωυσῆς«. οἱ δὲ εὑρόντες αὐτὸν *διὰ τῆς ἀκαταλήπτου φύσεως, *τουτέστι τῆς ἐνσάρκου. ἐπειδὴ γὰρ ἐπὶ τῇ ἀκαταληψίᾳ οὐχ ηὐρίσκετο, διὰ τοῦτο ὑπὸ γραμματέων συλλαμβάνεται καὶ τὸν νῶτον αὐτοῦ ἔδωκεν εἰς μάστιγας καὶ τὸ πρόσωπον αὐτοῦ οὐκ ἀπέ⟨σ⟩τρεψεν ἀπὸ ἐμπτυσμάτων‘ ,ἔκλαυσε καὶ ὄσαπερ ἄλλα περὶ αὐτοῦ ᾄδεται. τίς δὲ ἠδύνατο τὸν θεὸν Λόγον ἐν οὐρανῷ μαστίζειν ἢ ῥαπίζειν ἢ καταπτύειν τοῦ τοιούτου ἀφράστου καὶ ἀκαταλήπτου; εἰ δὲ ταῦτα πέπονθεν ὁ ἀπαθὴς τοῦ θεοῦ Λόγος, ἄρα τὸ πάθος σωματικόν ἐστιν, ἐκτὸς τῆς αὐτοῦ ἀπαθείας καὶ οὐκ ἐκτὸς πάλιν διὰ τὸ εὐδοκῆσαι·