Ancient Greek · ~3 min
37.1 to 37.3
Epiphanius, Ancoratus 37.1-3
Not analysed yet
37. Μέμνημαι δὲ τοῦ ῥητοῦ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου καὶ οὐ βούλομαι αὐτὸ ἐᾶσαι ἀνερμήνευτον, τὸ γεγραμμένον ὅτι »γτενόμενος ἐν ἀγωνίᾳ ἱδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος. ὤφθη δὲ ἄγγελος κυρίου ἐνισχύων αὐτόν «. τὰ βαθύτερα δὲ τῶν λόγων ὡς εἰώθαμεν λέγειν καὶ τὰ ἀναγκαῖα οἱ μὴ τὴν δύναμιν νοοῦντες, ἀντὶ ἀγαθῶν τῇ κακίᾳ *ἀνατρέπουσιν ἑαυτού· οὐδὲν γὰρ τούτου καιριώτερον. ἐν τῷ γὰρ εἰπεῖν »γέγονεν ἐν ἀγωνίᾳ« τὸν κυριακὸν ἄνθρωπον ἀληθινὸν ἄνθρωπον ὄντα δείκνυσι. καὶ ἴνα δείξῃ ὄτι ἀληθινὸς ἦν ἄνθρωπος καὶ οὐκ ἀπὸ τῆς θεότητος ἡ ἀγωνία γέγονε, φησίν »ἴδρωσε καὶ ἐγένετο αὐτῷ ὁ ἱδρὼς ὡς θρόμβοι αἵματος«. σωματικόν ἐστι τὸ εἶδος καὶ οὐχὶ πνευματικόν.