Ancient Greek · ~2 min
Chapter 4
Epiphanius, Ancoratus 4.6
Not analysed yet
ἀνάπαλιν δὲ τῷ υἱῷ τὸ φῶς τὸ ἀληθινόν, τῷ δὲ πατρὶ τὸ φῶς, ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες περὶ πατρὸς μὲν ⟨τὸ⟩ θεὸς ἀληθινός, περὶ δὲ υἱοῦ φῶς ἀληθινὸν καὶ περὶ πατρὸς τὸ φῶς καὶ περὶ υἱοῦ τὸ θεός, ἀπὸ τοῦ φῶς καὶ θεὸς τὴν μίαν θεότητα καὶ ἀπὸ τοῦ θεὸς ἀληθινὸς καὶ φῶς ἀληθινὸν τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν.