Ancient Greek · ~2 min
42.1 to 42.3
Epiphanius, Ancoratus 42.1-3
Not analysed yet
42. Ἀλλά, φασί, γέγραπται κύριος ἔκτισέ με ἀρχην ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘. καὶ πρῶτα μὲν ἀγνοοῦσιν οἱ κενόδοξοι τὸ ὄνομα τῆς βίβλου. ἡ γὰρ βίβλος παροιμίαι καλεῖται Σολομῶντος. πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου δυνάμει. ἰδοὺ γὰρ ἐν παραβολαῖς ἐλάλησεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ ὁρῶμεν τὰς παραβολὰς οὐχ οὕτως ἐχούσας πρὸς τὴν ὑπόθεσιν ἡμῶν. ὁμοία γάρ ἐστι« φησίν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως«· καὶ εἰ κατὰ τὸν ἡμέτερον νοῦν θελήσομεν διανοήσασθαι τὸ ἀπὸ μέρους, δῆλον ὅτι βασιλεία οὐρανῶν εὐρυχωρίας ἐστὶ τόπος.