Ancient Greek · ~2 min
Chapter 42
Epiphanius, Ancoratus 42.7
Not analysed yet
οἶδεν οὖν ὁ ἀπόστολος λέγειν »οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τοῦ θεοῦ τὸν θεόν« καί »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου« καὶ πάλιν λέγει »οὐκ ἐν σοφίᾳ σαρκικῇ, ἀλλ’ ἐν δυνάμει θεοῦς«, καὶ οἶδε Σολομὼν καλεῖν σοφίαν λέγων »ἠράσθην τοῦ κάλλους αὐτῆς καὶ νύμφην ἠγαγόμην ἐμαυτῷ‘, καὶ Ἰὼβ οἶδε σοφίαν καί φησιν »ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονησεως; «καί σοφία τοῦ πένητός έστιν ἐξουδεινωμένη« καί »αὐτὸς τῆς σοφίας ἐστὶ διορθωτής‘ καί σοφία πατρὸς ὁ μονογενης«.