Ancient Greek
Chapter 47
Epiphanius, Ancoratus 47.2
Not analysed yet
καὶ πολλοί τινες ἐν ἐρήμῳ ἐνδεόμενοι πυρός, γεμίσαντες ὕδωρ έν ἄγγει ὑελίνῳ καὶ ὕλην προσενέγκαντες εὐθυφλόγιστον, ἐκ λίνου ἢ ἐκ στυπείου πεποιημένην, ἵστανται ἀντικρὺ τοῦ ἡλίου τῆς μαρμαρυγῆς ἀπὸ τῆς ὑέλου καταυγαζούσης εἰς τὴν ὑποκειμένην ὕλην καὶ εὐθὺς ἀπὸ τοῦ πυρὸς τοῦ ἡλίου λαμβάνεται καὶ ἐξάπτει τὸ πῦρ. ἀρα τέτμηται ὁ ἤλιος διὰ τῆς μετοχῆς τῆς οὐσίας; ἀρα ἐνέλειψεν; ἀρα μεμείωται; οὐχί, φασίν.