Ancient Greek
5.8 to 5.9
Epiphanius, Ancoratus 5.8-9
Not analysed yet
καὶ δοκοῦντες εἰς τὸν πατέρα εὐσεβεῖν τελείως ἀσεβοῦσιν. ἐν θεῶ γὰρ οὐ χρόνος οὐ καιρὸς οὐ στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας μετέωρον ἐνδέχεται, ἀλλ’ ὅσον δἂν ἀναβῇ σου ἡ διάνοια υἱὸν κατα- λαμβάνειν καὶ πιστεύειν, νοεῖ ἅμα καὶ πατέρα. τὸ γὰρ ὄνομα *ἐστὶ σημαντικόν. γὰρ υἱὸν καλέσῃς, υἱὸν λέγων νοεῖς πατέρα· ἀπὸ γὰρ υἱοῦ πατὴρ πατὴρ νοεῖται, καὶ ὅταν καλέσῃς πατέρα, σημαίνεις υἱόν· πατὴρ γὰρ πάντως υἱοῦ καλεῖταί.